Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε
Παρθένε μήτηρ ἄνασσα, πανέδροσέ τε πόκε.
Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα,
Χαρὰ παρθενικῶν χορῶν ἀγγέλων ὑπερτέρα.
Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαροτέρα,
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιοτέρα.
Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία,
Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία.
Μαρία νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία,
Κόρη σεμνή, βασίλισσα, Μήτηρ ὑπεραγία.
Τιμιωτέρα Χερουβίμ, ὑπερενδοξοτέρα,
Τῶν ἀσομάτων Σεραφίμ, τῶν θρόνων ὑπερτέρα.
Χαῖρε τὸ ᾆσμα Χερουβίμ, χαῖρε ὕμνος ἀγγέλων,
Χαῖρε ᾠδὴ τῶν Σεραφίμ, χαρὰ τῶν ἀρχαγγέλων.
Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας,
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας.
Χαῖρε παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας.
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας.
Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι.
Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι.
Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία,
Θερμῶς ἐπικαλοῦμαι σε, ναὲ ἡγιασμένε.
Ἀντιλαβοῦ μου, ρῦσαι με ἀπὸ τοῦ πολεμίου
Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου.
Χαῖρε, Νύμφη ἀνύμφευτε.